ΛΕΙΤΟΥΡΓΙΚΗ ΕΠΙΚΑΙΡΟΤΗΤΑ

Η Αναστήλωσις των αγίων Εικόνων
Κυριακή της Ορθοδοξίας

Απολυτίκιο εορτής
Τὴν ἄχραντον Εἰκόνα σου προσκυνοῦμεν Ἀγαθέ,
αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός·
βουλήσει γὰρ ηὐδόκησας σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ,
ἵνα ῥύσῃ οὓς ἔπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ·
ὅθεν εὐχαρίστως βοῶμέν σοι·
Χαρᾶς ἐπλήρωσας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν,
παραγενόμενος εἰς τὸ σῶσαι τὸν Κόσμον.

Απο τα Απόστιχα του Μεγάλου Εσπερινού
Οἱ ἐξ ἀσεβείας, εἰς εὐσέβειαν προβάντες,
καὶ τῷ φωτὶ τῆς γνώσεως ἐλλαμφθέντες,
ψαλμικῶς τὰς χεῖρας κροτήσωμεν, εὐχαριστήριον αἶνον Θεῷ προσάγοντες,
καὶ τὰς ἐν τοίχοις καὶ πίναξι, καὶ ἱεροῖς σκεύεσιν ἐγχαραχθείσας ἱερὰς Χριστοῦ Εἰκόνας,
τῆς Πανάγνου, καὶ πάντων τῶν Ἁγίων, τιμητικῶς προσκυνήσωμεν,
ἀποβαλλόμενοι τὴν δυσσεβῆ τῶν κακοδόξων θρησκείαν·
ἡ γὰρ τιμὴ τῆς Εἰκόνος, ὥς φησι Βασίλειος, ἐπὶ τὸ πρωτότυπον διαβαίνει,
αἰτούμενοι ταῖς πρεσβείαις τῆς ἀχράντου σου Μητρός, Χριστὲ ὁ Θεὸς ἡμῶν,
καὶ πάντων τῶν Ἁγίων, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.