ΛΕΙΤΟΥΡΓΙΚΗ ΕΠΙΚΑΙΡΟΤΗΤΑ

Η Γέννησις της Θεοτόκου

Απολυτίκιον

Ἡ γέννησίς σου Θεοτόκε χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ·
ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν·
καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν·
καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.

Κάθισμα του όρθρου:

Ἀγαλλιάσθω οὐρανός, γῆ εὐφραινέσθω·
ὁ τοῦ Θεοῦ γὰρ οὐρανός, ἐν γῇ ἐτέχθη,
ἡ Θεόνυμφος αὕτη ἐξ ἐπαγγελίας.
Ἡ στεῖρα βρέφος θηλάζει τὴν Μαριὰμ·
καὶ χαίρει ἐπὶ τῷ τόκῳ Ἰωακείμ.
Ῥάβδος λέγων ἐτέχθη μοι, ἐξ ἧς τὸ ἄνθος Χριστός, ἐβλάστησεν ἐκ ῥίζης Δαυΐδ.
Ὄντως θαῦμα παράδοξον!