Ψαλμὸς 106:
13 καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ
θλίβεσθαι αὐτούς, καὶ ἐκ τῶν
ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτοὺς
14 καὶ ἐξήγαγεν αὐτοὺς ἐκ σκότους
καὶ σκιᾶς θανάτου καὶ
τοὺς δεσμοὺς αὐτῶν διέρρηξεν.
15 ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ
καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων,
16 ὅτι συνέτριψε πύλας χαλκᾶς
καὶ μοχλοὺς σιδηροῦς συνέθλασεν.
Ἰὼβ κεφάλαιον 38:
14 ἦ σὺ λαβὼν γῆν πηλὸν ἔπλασας ζῷον καὶ
λαλητὸν αὐτὸν ἔθου ἐπὶ γῆς;
15 ἀφεῖλες δὲ ἀπὸ ἀσεβῶν τὸ
φῶς, βραχίονα δὲ ὑπερηφάνων συνέτριψας;
16 ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης,
ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας;
17 ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου,
πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν;
Ὡσηὲ κεφάλαιον 6:
1 Πορευθῶμεν καὶ ἐπιστρέψωμεν πρὸς Κύριον τὸν
Θεὸν ἡμῶν, ὅτι αὐτὸς ἥρπακε καὶ
ἰάσεται ἡμᾶς, πατάξει καὶ μοτώσει ἡμᾶς·
2 ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας,
ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἐξαναστησόμεθα
καὶ ζησόμεθα ἐνώπιον αὐτοῦ
3 καὶ γνωσόμεθα· διώξωμεν τοῦ γνῶναι τὸν Κύριον,
ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν, καὶ
ἥξει ὡς ὑετὸς ἡμῖν πρώιμος καὶ ὄψιμος γῇ.
Ὡσηὲ κεφάλαιον 13:
14 ἐκ χειρὸς ᾅδου ῥύσομαι αὐτοὺς καὶ
ἐκ θανάτου λυτρώσομαι αὐτούς·
ποῦ ἡ δίκη σου, θάνατε;
ποῦ τὸ κέντρον σου, ᾅδη;
παράκλησις κέκρυπται ἀπὸ ὀφθαλμῶν μου
Ἡσαΐας κεφάλαιον 14:
9 ὁ ᾅδης κάτωθεν ἐπικράνθη συναντήσας σοι
Ἡσαΐας κεφάλαιον 26:
19 ἀναστήσονται οἱ νεκροί,
καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις,
καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ·
ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν,
ἡ δὲ γῆ τῶν ἀσεβῶν πεσεῖται.
Ἡσαΐας κεφάλαιον 45:
2 ἐγὼ ἔμπροσθέν σου πορεύσομαι καὶ ὄρη ὁμαλιῶ,
θύρας χαλκᾶς συντρίψω καὶ
μοχλοὺς σιδηροῦς συγκλάσω
3 καὶ δώσω σοι θησαυροὺς σκοτεινούς, ἀποκρύφους,
ἀοράτους ἀνοίξω σοι, ἵνα γνῷς ὅτι ἐγὼ
Κύριος ὁ Θεός σου ὁ καλῶν τὸ
ὄνομά σου, ὁ Θεὸς Ἰσραὴλ.
κατὰ Ἰωάννην κεφάλαιον 10:
11 ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός.
ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν
αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων·
12 ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν,
οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια,
θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ
ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ
λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα.
13 ὁ δὲ μισθωτὸς φεύγει,
ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει
αὐτῷ περὶ τῶν προβάτων.
14 ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω
τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν,
15 καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα,
καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων.
16 καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν
ἐκ τῆς αὐλῆς ταύτης·
κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς
φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία
ποίμνη, εἷς ποιμήν.
17 διὰ τοῦτό με ὁ πατὴρ ἀγαπᾷ,
ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου,
ἵνα πάλιν λάβω αὐτήν.
18 οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ,
ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ·
ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω
πάλιν λαβεῖν αὐτήν·
ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου.
Πράξεις κεφάλαιον 26:
22 ἐπικουρίας οὖν τυχὼν τῆς παρὰ τοῦ
Θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα
μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ,
οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται
ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωϋσῆς,
23 εἰ παθητὸς ὁ Χριστός,
εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν
φῶς μέλλει καταγγέλλειν τῷ λαῷ καὶ τοῖς ἔθνεσι.
πρὸς Ρωμαίους κεφάλαιον 5:
8 εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ, πιστεύομεν
ὅτι καὶ συζήσομεν αὐτῷ,
9 εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν
οὐκέτι ἀποθνῄσκει, θάνατος αὐτοῦ
οὐκέτι κυριεύει.
Α' πρὸς Κορινθίους κεφάλαιον 15:
17 εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται,
ματαία ἡ πίστις ὑμῶν· ἔτι
ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν.
18 ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο.
19 εἰ ἐν τῇ ζωῇ ταύτῃ
ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον,
ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν.
20 Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν,
ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο.
21 ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος,
καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν.
22 ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν,
οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.
23 ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι·
ἀπαρχὴ Χριστός, ἔπειτα οἱ Χριστοῦ ἐν
τῇ παρουσίᾳ αὐτοῦ·
24 εἶτα τὸ τέλος, ὅταν
παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ
πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν
καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν.
25 δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ
ἂν θῇ πάντας τοὺς ἐχθροὺς
ὑπὸ τοὺς πόδας αὐτοῦ.
26 ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος·
πρὸς Κολασσαεῖς κεφάλαιον 1:
18 καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος,
τῆς ἐκκλησίας· ὅς ἐστιν ἀρχή,
πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται
ἐν πᾶσιν αὐτὸς πρωτεύων,
Ἀποκάλυψις κεφάλαιον 1:
5 καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ, ὁ μάρτυς ὁ πιστός,
ὁ πρωτότοκος τῶν νεκρῶν
καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς.
Τῷ ἀγαπῶντι ἡμᾶς καὶ λούσαντι ἡμᾶς ἐκ τῶν
ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ,
Ὄρθρος Μεγάλου Σαββάτου, Ὢδὴ θ'
Γῆ με καλύπτει ἐκόντα (=με την θέλησή μου), ἀλλά φρίττουσιν ᾍδου, οἱ πυλωροί, ἠμφιεσμένον, βλέποντες στολήν ᾑμαγμένην (=αιματωμένη) Μῆτερ, τῆς ἐκδικήσεως· τοὺς ἐχθροὺς ἐν Σταυρῷ γάρ, πατάξας ὡς Θεός, ἀναστήσομαι αὖθις καὶ μεγαλύνω σε.
Ἐσπερινὸς Κυριακῆς τοῦ Πάσχα
Ἠνοίγησάν σοι Κύριε φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾍδου ἰδόντες σε ἔπτηξαν· πύλας γὰρ χαλκᾶς συνέτριψας καὶ μοχλοὺς σιδηροῦς συνέθλασας καὶ ἐξήγαγες ἡμᾶς ἐκ σκότους καὶ σκιᾶς θανάτου, καὶ τοὺς δεσμοὺς ἡμῶν διέρρηξας.
Ἀναστάσιμο Ἀπολυτίκιο γ' ἤχου
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον,
πρωτότοκος τῶν νεκρῶν ἐγένετο,
ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς,
καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.