ΛΕΙΤΟΥΡΓΙΚΗ ΕΠΙΚΑΙΡΟΤΗΤΑ

ΕΥΑΓΓΕΛΙΣΜΟΣ

Απολυτίκιο

Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ κεφάλαιον,
καὶ τοῦ ἀπ' αἰῶνος μυστηρίου ἡ φανέρωσις·
ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται,
καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται.
Διὸ καὶ ἡμεῖς σὺν αὐτῷ, τῇ Θεοτόκῳ βοήσωμεν·
Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

Μεταγραφή

Σήμερα (εκπληρώθηκε) το κορυφαίο γεγονός της σωτηρίας μας
και το (κρυμμένο) προαιώνιο μυστήριο φανερώθηκε.
Ο Υιός του Θεού, Υιός της παρθένου (Μαρίας) γίνεται
και ο Γαβριήλ αναγγέλει το χαρούμενο νέο του δώρου.
Για αυτό και εμείς μαζί με αυτόν ας βοήσουμε στην Μητέρα του Θεού:
"Χαρά σε σένα, Ολόχαρη, ο Κύριος μαζί σου"

Απο τα στιχηρά Ιδιόμελα του Εσπερινού

Σήμερον χαρᾶς Εὐαγγέλια, παρθενικὴ πανήγυρις, τὰ κάτω τοῖς ἄνω συνάπτεται,
ὁ Ἀδὰμ καινουργεῖται, ἡ Εὔα τῆς πρώτης λύπης ἐλευθεροῦται,
καὶ ἡ σκηνὴ τῆς καθ' ἡμᾶς οὐσίας τῇ θεώσει τοῦ προσληφθέντος φυράματος, ναὸς Θεοῦ κεχρημάτικεν.
Ὦ Μυστήριον! ὁ τρόπος τῆς κενώσεως ἄγνωστος, ὁ τρόπος τῆς συλλήψεως ἄφραστος,
Ἄγγελος λειτουργεῖ τῷ θαύματι, παρθενικὴ γαστὴρ τὸν Υἱὸν ὑποδέχεται,
Πνεῦμα Ἅγιον καταπέμπεται, Πατὴρ ἄνωθεν εὐδοκεῖ,
καὶ τὸ συνάλλαγμα, κατὰ κοινὴν πραγματεύεται βούλησιν, ἐν ᾧ, καὶ δι' οὗ σωθέντες,
συνῳδὰ τῷ Γαβριήλ, πρὸς τὴν Παρθένον βοήσωμεν·
Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ἐξ ἧς ἡ σωτηρία,
Χριστὸς ὁ Θεός ἡμῶν, τὴν καθ' ἡμᾶς προσλαβόμενος φύσιν, πρὸς ἑαυτὸν ἐπανήγαγεν·
Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Η ευαγγελική περικοπή της ημέρας που περιγράφει τον Ευαγγελισμό:
κατά Λουκάν, κεφάλαιο α, 24-38