ΛΕΙΤΟΥΡΓΙΚΗ ΕΠΙΚΑΙΡΟΤΗΤΑ

Η Κοίμησις της Θεοτόκου

Απολυτίκιο εορτής
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας,
ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε·
μετέστης πρὸς τὴν Ζωήν, μήτηρ ὑπάρχουσα τῆς Ζωῆς·
καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη
ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Από τα στιχηρά ιδιόμελα του Μεγάλου Εσπερινού
Ἤ πανάμωμος νύμφη, καὶ Μήτηρ τῆς εὐδοκίας τοῦ Πατρός,
ἡ Θεῷ προορισθεῖσα εἰς ἑαυτοῦ κατοίκησιν, τῆς ἀσυγχύτου ἑνώσεως,
σήμερον τὴν ἄχραντον ψυχήν, τῶ Ποιητὴ καὶ Θεῷ παρατίθεται,
ἣν Ἀσωμάτων δυνάμεις, θεοπρεπῶς ὑποδέχονται,
καὶ πρὸς ζωὴν μετατίθεται, ἡ ὄντως μήτηρ τῆς ζωῆς,
ἡ λαμπὰς τοῦ ἀπροσίτου φωτός,
ἡ σωτηρία τῶν πιστῶν, καὶ ἐλπὶς τῶν ψυχῶν ἡμῶν.