Ψαλμὸς τῷ Δαυῒδ.
Κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει. 2
εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν,
ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ
με, 3 τὴν ψυχήν μου ἐπέστρεψεν.
ὡδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης
ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ. 4
ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ
σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι
σὺ μετ' ἐμοῦ εἶ· ἡ ῥάβδος σου
καὶ ἡ βακτηρία σου, αὐταί με παρεκάλεσαν. 5
ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ
ἐναντίας τῶν θλιβόντων με· ἐλίπανας
ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ
τὸ ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον.
6 καὶ τὸ ἔλεός σου καταδιώξει με πάσας τὰς
ἡμέρας τῆς ζωῆς μου, καὶ τὸ κατοικεῖν
με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν.