ΛΕΙΤΟΥΡΓΙΚΗ ΕΠΙΚΑΙΡΟΤΗΤΑ

Η Σύλληψις του Προδρόμου

Απολυτίκιο
Ἡ πρώην οὐ τίκτουσα, στεῖρα εὐφράνθητι·
ἰδοὺ γὰρ συνέλαβες,
Ἡλίου λύχνον σαφῶς, φωτίζειν τὸν μέλλοντα,
πᾶσαν τὴν οἰκουμένην, ἀβλεψίαν νοσοῦσαν,
χόρευε Ζαχαρία, ἐκβοῶν παρρησίᾳ,
Προφήτης τοῦ Ὑψίστου ἐστὶν, ὁ μέλλων τίκτεσθαι.

Από τον Εσπερινό
Ἐκ στειρευούσης σήμερον νηδύος,
καρπὸς προσευχῆς ἀνεβλάστησεν, Ἰωάννης ὁ Πρόδρομος.
Ἀγάλλου ἡ ἔρημος, καὶ χόρευε ἡ ἀνθρωπότης,
ὁ τῆς μετανοίας κήρυξ,
ἰδοὺ ἄρχεται, ἐν κοιλίᾳ μητρικῇ σαρκοῦσθαι.
Δεῦτε ἀγαλλόμενοι ἐν τῇ ἐνδόξῳ αὐτοῦ συλλήψει,
οἱ φιλέορτοι χορεύσωμεν βοῶντες·
ὁ ἐν γεννητοῖς γυναικῶν μείζων ὑπάρχων,
μὴ διαλίπῃς πρεσβύειν, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν θείαν σου σύλληψιν,
ὅπως εὕρωμεν ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.