ΛΕΙΤΟΥΡΓΙΚΗ ΕΠΙΚΑΙΡΟΤΗΤΑ

ΘΕΟΦΑΝΕΙΑ

Απολυτίκιον
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε
ἡ τῆςΤριάδος ἐφανερώθη προσκύνησις,
τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι,
ἀγαπητὸν σε Υἱὸν ὀνομὰζουσα
καὶ τὸ Πνεῦμα, ἐν εἴδει περιστερᾶς,
ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλὲς.
Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεὸς
καὶ τὸν κόσμον φωτίσας, δόξα σοι.

Μεταγραφή:

Καθώς βαπτιζόσουν Κύριε στον Ιορδάνη (ποταμό), (μας) εφανερώθηκε η προσκύνησις της (Αγίας) Τριάδας, επειδή η φωνή του Πατέρα έδινε μαρτυρία για σένα ονομάζοντάς σε "Αγαπητό Υιό", και το (άγιο) Πνεύμα με μορφή περιστεράς εβεβαίωνε το αλάθητο του λόγου. Χριστέ, Θεέ, που φανερώθηκες και που τον κόσμο φώτισες, δόξα σε σένα.

Ιδιόμελο του όρθρου
Θεὸς Λόγος ἐπεφάνη ἐν σαρκί, τῷ γένει τῶν ἀνθρώπων·
ἵστατο βαπτισθῆναι ἐν Ἰορδάνῃ,
καὶ ἔλεγεν πρὸς αὐτὸν ὁ Πρόδρομος·
Πῶς ἐκτείνω χεῖρα, καὶ ἅψωμαι κορυφῆς κρατούσης τὰ σύμπαντα;
Εἰ καὶ ἐκ Μαρίας ὑπάρχεις βρέφος, ἀλλ᾽ οἶδά σε Θεὸν προαιώνιον,
ἐπὶ γῆς βαδίζεις, ὁ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ,
καὶ δοῦλος Δεσπότην, βαπτίζειν οὐ μεμάθηκα·
Ἀκατάληπτε Κύριε, δόξα σοι.