Στιχηρό του Εσπερινού στο Κύριε εκέκραξα
Δείτε τι εορτάζουμε Η Ζωοδόχος Πηγή
¨
Ξένα καὶ παράδοξα, τῶν οὐρανῶν ὁ Δεσπότης,
ἐπὶ σοὶ τετέλεκε, καταρχὰς Πανάμωμε·
καὶ γὰρ ἄνωθεν, ἐμφανῶς ἔσταξεν,
ὑετὸς καθάπερ, ἐν τῇ μήτρᾳ σου Θεόνυμφε,
Πηγὴν δεικνύων σε, σύμπαν ἀγαθὸν
ἀναβλύζουσαν,
πλημμύραν τε ἰάσεων, τὰς εὐεργεσίας προρρέουσαν ἅπασιν ἀφθόνως,
τοῖς χρῄζουσι τὴν ῥῶσιν τῶν ψυχῶν,
καὶ τήν ὑγείαν τοῦ σώματος, ὕδατι τῆς
χάριτος.
από την εξαιρετιική σελίδα Μέγας Συναξαριστής